Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.271 Dem. 19.274 (English) >>Dem. 19.277

19.273νομίζω τοίνυν ὑμᾶς, ἄνδρες Ἀθηναῖοι, οὐ καθʼ ἕν τι μόνον τοὺς προγόνους μιμουμένους ὀρθῶς ἂν ποιεῖν, ἀλλὰ καὶ κατὰ πάνθʼ ὅσʼ ἔπραττον ἐφεξῆς. ἐκεῖνοι τοίνυν, ὡς ἅπαντες εὖ οἶδʼ ὅτι τὸν λόγον τοῦτον ἀκηκόατε, Καλλίαν τὸν Ἱππονίκου ταύτην τὴν ὑπὸ πάντων θρυλουμένην εἰρήνην πρεσβεύσαντα, ἵππου μὲν δρόμον ἡμέρας πεζῇ μὴ καταβαίνειν ἐπὶ τὴν θάλατταν βασιλέα, ἐντὸς δὲ Χελιδονίων καὶ Κυανέων πλοίῳ μακρῷ μὴ πλεῖν, ὅτι δῶρα λαβεῖν ἔδοξε πρεσβεύσας, μικροῦ μὲν ἀπέκτειναν, ἐν δὲ ταῖς εὐθύναις πεντήκοντʼ ἐπράξαντο τάλαντα. 19.274καίτοι καλλίω ταύτης εἰρήνην οὔτε πρότερον οὔθʼ ὕστερον οὐδεὶς ἂν εἰπεῖν ἔχοι πεποιημένην τὴν πόλιν. ἀλλʼ οὐ τοῦτʼ ἐσκόπουν. τούτου μὲν γὰρ ἡγοῦντο τὴν αὑτῶν ἀρετὴν καὶ τὴν τῆς πόλεως δόξαν αἰτίαν εἶναι, τοῦ δὲ προῖκʼ μὴ τὸν τρόπον τοῦ πρεσβευτοῦ· τοῦτον οὖν δίκαιον ἠξίουν παρέχεσθαι καὶ ἀδωροδόκητον τὸν προσιόντα τοῖς κοινοῖς. 19.275ἐκεῖνοι μὲν τοίνυν οὕτως ἐχθρὸν ἡγοῦντο τὸ δωροδοκεῖν καὶ ἀλυσιτελὲς τῇ πόλει, ὥστε μήτʼ ἐπὶ πράξεως μηδεμιᾶς μήτʼ ἐπʼ ἀνδρὸς ἐᾶν γίγνεσθαι· ὑμεῖς δʼ, ἄνδρες Ἀθηναῖοι, τὴν αὐτὴν εἰρήνην ἑορακότες τὰ μὲν τῶν συμμάχων τῶν ὑμετέρων τείχη καθῃρηκυῖαν, τὰς δὲ τῶν πρέσβεων οἰκίας οἰκοδομοῦσαν, καὶ τὰ μὲν τῆς πόλεως κτήματʼ ἀφῃρημένην, τούτοις δʼ μηδʼ ὄναρ ἤλπισαν πώποτε κτησαμένην, οὐκ αὐτοὶ τούτους ἀπεκτείνατε, ἀλλὰ κατηγόρου προσδεῖσθε, καὶ λόγῳ κρίνεθʼ ὧν ἔργῳ τἀδικήματα πάντες ὁρῶσιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.271 Dem. 19.274 (English) >>Dem. 19.277

Powered by PhiloLogic